καὶ Φαρνάβαζος μὲν τούτους ἦγεν: oἱ δὲ Ἀθηναῖοι τὸ Βυζάντιον ἐπολιόρκουν περιτειχίσαντες, καὶ πρὸς τὸ τεῖχος ἀκροβολισμοὺς καὶ προσβολὰς ἐποιοῦντο. Ἐν δὲ τῷ Βυζαντίῳ ἦν Κλέαρχος Λακεδαιμόνιος ἁρμοστὴς καὶ σὺν αὐτῷ τῶν περιοίκων τινές καὶ τῶν νεοδαμώδων οὐ πολλοὶ καὶ Μεγαρεῖς καὶ ἄρχων αὐτῶν Ἕλιξος Μεγαρεὺς καὶ Βοιωτοὶ καὶ τούτων ἄρχων Κοιρατάδας. Οἱ δ’ Ἀθηναῖοι, ὡς οὐδὲν ἐδύναντο διαπράξσθαι κατ’ ἰσχύν, ἔπεισάν τινας τῶν Βυζαντίων προδοῦναι τῆν πόλιν.
(X. Hell. I,3, 14-16)
No hay comentarios:
Publicar un comentario