Como son breves, pego aquí varios fragmentos del Nuevo Testamento para traducir:
Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
(N.T., Mt. 1.19)
ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε: δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
(N.T. Mt. 10,8)
ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω: εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
(N.T. Mt. 25,21)
ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω ἐπ᾽ ἐρήμοις τόποις [ἦν]: καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.
(N.T. Mc. 1,45)
No hay comentarios:
Publicar un comentario